Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.218 Dem. 19.221 (English) >>Dem. 19.224

19.220εἰ δὲ πάντα τἀναντία τούτων καὶ πολλὰ καὶ φιλάνθρωπʼ εἰπόντες, Φίλιππον φιλεῖν τὴν πόλιν, Φωκέας σώσειν, Θηβαίους παύσειν τῆς ὕβρεως, ἔτι πρὸς τούτοις μείζονʼ κατʼ Ἀμφίπολιν εὖ ποιήσειν ὑμᾶς, ἐὰν τύχῃ τῆς εἰρήνης, Εὔβοιαν, Ὠρωπὸν ἀποδώσειν· εἰ ταῦτʼ εἰπόντες καὶ ὑποσχόμενοι πάντʼ ἐξηπατήκασι καὶ πεφενακίκασι καὶ μόνον οὐ τὴν Ἀττικὴν ὑμῶν περιῄρηνται, καταψηφίσασθε, καὶ μὴ πρὸς τοῖς ἄλλοις οἷς ὕβρισθε (οὐ γὰρ ἔγωγʼ οἶδʼ τι χρὴ λέγειν ἄλλο) καὶ ὑπὲρ ὧν οὗτοι δεδωροδοκήκασιν ὑμεῖς τὴν ἀρὰν καὶ τὴν ἐπιορκίαν οἴκαδʼ εἰσενέγκησθε.

19.221ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ἄνδρες δικασταί, τίνος εἵνεκʼ ἐγὼ μηδὲν ἠδικηκότων τούτων κατηγορεῖν ἂν προειλόμην. οὐ γὰρ εὑρήσετε. ἡδὺ πολλοὺς ἐχθροὺς ἔχειν; οὐδέ γʼ ἀσφαλές. ἀλλʼ ὑπῆρχέ μοι πρὸς τοῦτον ἀπέχθειά τις; οὐδεμία. τί οὖν; “ἐφοβοῦ περὶ σαυτοῦ, καὶ διὰ δειλίαν ταύτην ἡγήσω σωτηρίαν·” καὶ γὰρ ταῦτʼ ἀκήκοʼ αὐτὸν λέγειν. καίτοι μηδενός γʼ ὄντος, Αἰσχίνη, δεινοῦ μηδʼ ἀδικήματος, ὡς σὺ φῄς, εἰ γὰρ αὖ ταῦτʼ ἐρεῖ, σκοπεῖτʼ, ἄνδρες δικασταί, εἰ ἐφʼ οἷς μηδʼ ὁτιοῦν ἀδικῶν ἐφοβούμην ἐγὼ μὴ διὰ τούτους ἀπόλωμαι, τί τούτους προσήκει παθεῖν τοὺς αὐτοὺς ἠδικηκότας; ἀλλʼ οὐ διὰ ταῦτα. 19.222ἀλλὰ διὰ τί σου κατηγορῶ; συκοφαντῶ νὴ Δία, ἵνʼ ἀργύριον λάβω παρὰ σοῦ. καὶ πότερον κρεῖττον ἦν μοι παρὰ Φιλίππου λαβεῖν, τοῦ διδόντος πολὺ καὶ μηδενὸς τούτων ἔλαττον, καὶ φίλον κἀκεῖνον ἔχειν καὶ τούτους (ἦσαν γὰρ ἄν, ἦσαν φίλοι τῶν αὐτῶν κεκοινωνηκότι· οὐδὲ γὰρ νῦν ἔχθραν πατρικὴν ἔχουσι πρός με, ἀλλʼ ὅτι τῶν πεπραγμένων οὐ μετέσχηκα), παρὰ τούτων ἀφʼ ὧν εἰλήφασι μεταιτεῖν, κἀκείνῳ τʼ ἐχθρὸν εἶναι καὶ τούτοις; καὶ τοὺς μὲν αἰχμαλώτους ἐκ τῶν ἰδίων τοσούτων χρημάτων λύεσθαι, μικρὰ δʼ ἀξιοῦν παρὰ τούτων αἰσχρῶς μετʼ ἔχθρας λαμβάνειν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.218 Dem. 19.221 (English) >>Dem. 19.224

Powered by PhiloLogic